Ἡ ζωή ἐν τάφω
1) Ἡ ζωή ἐν τάφω
κατετέθης, Χριστέ,
καί ἀγγέλων στρατιαί ἐξεπλήττοντο,
συγκατάβασιν δοξάζουσαι τήν σήν.
2) Ἡ ζωή, πῶς θνήσκεις;
πῶς καί τάφω οἰκεῖς;
τοῦ θανάτου τό βασίλειον λύεις δέ,
καί τοῦ Ἅδου τούς νεκρούς ἑξανιστᾶς.
3) Μεγαλύνομεν σέ,
Ἰησοῦ βασιλεῦ,
δί' ὧν ἔσωσας ἠμᾶς ἐκ τῆς φθορᾶς.
4) Ὁ δεσπότης πάντων
καθορᾶται νεκρός,
καί ἐν μνήματι καινῶ κατατίθεται
ὁ κενώσας τά μνημεῖα τῶν νεκρῶν.
5) Ὁ ὡραῖος κάλλει
παρά πάντας βροτούς
ὡς ἀνείδεος νεκρός καταφαίνεται,
ὁ τήν φύσιν ὠραΐσας τοῦ παντός.
6) Ὤ θαυμάτων ξένων,
ὤ πραγμάτων καινῶν!
ὁ πνοῆς μοί χορηγός ἀπνοῦς φέρεται
κηδευόμενος χερσί τοῦ Ἰωσήφ.
7) Οἴμοι φῶς τοῦ Κόσμου!
οἴμοι φῶς τὸ ἐμόν!
Ἰησοῦ μου ποθεινότατε ἔκραζεν,
ἡ Παρθένος θρηνῳδοῦσα γοερῶς.
8) Ὢ Θεὲ καὶ Λόγε,
ὦ χαρὰ ἡ ἐμή,
πῶς ἐνέγκω σου ταφὴν τὴν τριήμερον;
νῦν σπαράττομαι τὰ σπλάγχνα
μητρικῶς.
Ἐλᾶτε, νὰ δοῦμε τὴ ζωή μας νὰ εἶναι ξαπλωμένη στὸν τάφο,
γιὰ νὰ χαρίσει ζωὴ σ᾿ αὐτοὺς ποὺ εἶναι ξαπλωμένοι στοὺς τάφους.
9) Προσκυνῶ τὸ πάθος,
ἀνυμνῶ τὴν ταφή,
μεγαλύνω σου τὸ κράτος Φιλάνθρωπε,
δι᾿ ὧν λέλυμαι παθῶν φθοροποιῶ